Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 26.14 Dem. 26.17 (English) >>Dem. 26.20

26.16οὐ γὰρ δή τινες ὑμῶν οὕτως ἔχουσιν, ὡς προσῆκον μὲν ταῦθʼ οὕτως ἔχειν ὡς ἐγὼ λέγω, διὰ δὲ τὴν ἐπιείκειαν τὴν Ἀριστογείτονος καὶ τὸ χρήσιμον αὐτὸν ὑμῖν εἶναι παροπτέον τι καὶ παρανομοῦντʼ αὐτόν. ὅτι μὲν γὰρ πονηρὸς καὶ τὸν τρόπον δεινῶς ἄδικος, ἱκανῶς ὑμῖν, ὡς ἔγωγʼ οἶμαι, ἐκ τῶν προειρημένων Λυκοῦργος ἐπιδέδειχεν· ὅτι δʼ οὐδὲ χρήσιμος, ἐξ αὐτῶν τῶν πολιτευμάτων ἄν τις αὐτοῦ θεωρήσειεν. 26.17τίνα γὰρ παραγαγὼν εἰς τὸ δικαστήριον, ὧν ᾐτιᾶτο, τούτων καὶ ᾕρηκεν καὶ εἷλεν; ποῖον πόρον ὑμῖν πεπόρικεν; τί ψήφισμα γέγραφεν πεισθέντες ὑμεῖς οὐ πάλιν μετανοῆσαι προείλεσθε; καὶ γὰρ ταῦτα· οὕτω σκαιός ἐστι καὶ βάρβαρος τὸν τρόπον ὥστε, ὅταν ὑμᾶς ἴδῃ πρός τινας ὀργισθέντας τι καὶ μᾶλλον τοῦ δέοντος παροξυνθέντας, τηνικαῦτα παρὰ τὴν ὀργὴν ὑμῶν τὰ βουλήματα λαβὼν τοῖς καιροῖς ἐναντιοῦται. 26.18δεῖ δὲ τὸν πολιτευόμενον ὑπὲρ ὑμῶν οὐχὶ τοῖς ἐξαίφνης μετʼ ὀργῆς πάθεσιν ὑμῖν συμπίπτουσιν ἐπακολουθεῖν, ἀλλὰ τοῖς λογισμοῖς καὶ τοῖς πράγμασι καὶ τοῖς ὑπάρχουσι καιροῖς· τὰ μὲν γὰρ ταχὺ μεταπίπτειν εἴθισται, τὰ δὲ διαμένειν καὶ πλείω χρόνον ὑπάρχειν· ὧν οὗτος οὐδὲν ἐνθυμούμενος ἐλέγχει τἀπόρρητα τῆς πολιτείας, ὥστε ταὔτʼ ἀναγκάζεσθαι καὶ κύρια καὶ πάλιν ἄκυρα ποιεῖν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 26.14 Dem. 26.17 (English) >>Dem. 26.20

Powered by PhiloLogic